TLG 1507 001 :: 〈METOPUS〉 :: Fragmenta

〈METOPUS〉 Phil.
(Metapontinus: 3 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 116–121.

Citation: Page — (line)

116

(21t)

Περὶ ἀρετῆς
22Stob. 3.1.115 p. 66 He. (Mullach 2 p. 23) Μετώπου Πυθαγορείου Μεταποντίνου ἐκ τοῦ Περὶ ἀρετῆς. Ἀρετά ἐντι ἀνθρώπω τελειότας φύσιος ἀνθρώπω. ἕκαστον γὰρ τῶν ἐόντων τέλειον καὶ ἄκρον γίνεται
25καττὰν οἰκείαν τᾶς ἀρετᾶς φύσιν. ἵππω τε γὰρ ἀρετά ἐντι ἁ ἐς τὸ ἄκρον ἄγοισα τὰν τῶ ἵππω φύσιν, καὶ ἐπὶ τῶν μερῶν δὲ τῶν καθ’ ἕκαστον ὁ αὐτὸς λόγος. ὀπτίλων τε γὰρ ἀρετὰ ὀξυδορκία· αὕτα δ’
ἀκρότας ἐντὶ τᾶς ὀφθαλμῶν φύσιος. καὶ οὐάτων ἀρετὰ ὀξυακοΐα·116

117

αὕτα δ’ ἀκρότας ἐντὶ τᾶς οὐάτων φύσιος. καὶ ποδῶν ἀρετὰ ποδώκεια· καὶ αὕτα δὲ ἀρετά ἐντι τῆς ποδῶν φύσιος. ἀνάγκα δ’ ἀρετὰν πᾶσαν τρία ταῦτα ἔχεν, λόγον καὶ δύναμιν καὶ προαίρεσιν· λόγον μέν, ᾧ κρίνει καὶ θεωρεῖ· δύναμιν δέ, ᾇ ἀντέχει καὶ κρατεῖ· προαίρεσιν δέ,
5ᾇ στέργει καὶ ἀγαπῇ. τὸ μὲν ὦν κρίνεν καὶ θεωρὲν ἐντὶ τῶ διανοητικῶ μέρεος τᾶς ψυχᾶς, τὸ δ’ ἀντέχεν καὶ κρατὲν ἴδιον τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς, τὸ δὲ στέργεν καὶ ἀγαπῆν κοινὸν καὶ τῶ διανοητικῶ καὶ τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς. συνέστακε γὰρ προαίρεσις ἐκ διανοίας καὶ ὀρέξιος. ἁ μὲν ὦν διάνοια ἀπὸ τῶ λογικῶ μέρεός ἐντι τᾶς ψυχᾶς, ἁ δὲ
10ὄρεξις ἀπὸ τῶ ἀλόγω. τὸ δὲ πλῆθος τᾶν ἀρετᾶν ἁπασᾶν ἐκ τῶν μερέων τᾶς ψυχᾶς κατίδοιτό κά τις, ὡσαύτως δὲ καὶ τὰν γένεσιν καὶ τὰν σύστασιν τᾶς ἀρετᾶς. ἐπεὶ γὰρ τῶν μερέων τᾶς ψυχᾶς δύο τὰ πρᾶτα, τὸ μὲν λογιστικὸν τὸ δ’ ἄλογον· καὶ λογιστικὸν μέν, ᾧ κρίνομες καὶ θεωρέομες· ἄλογον δέ, ᾧ ὁρμῶμες καὶ ὀρεγόμεθα· ταῦτα δ’ ἀλλάλοις
15ἢ συμφωνοῦντι ἢ διαφωνοῦντι, ἁ δὲ μάχα καὶ διαφωνία γίνεται αὐτοῖς δι’ ὑπερβολὰν καὶ ἔλλειψιν· φανερὸν ὦν ὅκκα μὲν τὸ λογιστικὸν μέρος τᾶς ψυχᾶς ἐπικρατῇ τῶ ἀλόγω, γίνεται καρτερία καὶ ἐγκράτεια· ὅκκα δὲ τὸ ἄλογον μέρος τᾶς ψυχᾶς τῶ λογιστικῶ, ἀκρασία καὶ μαλακία· ὅκκα δὲ τὸ μὲν ἁγῆται, τὸ δ’ ἕπηται, καὶ ἀμφότερα συμφωνεῖ ἀλλάλοις,
20τὸ τηνικαῦτα ἀρετά. ἁ μὲν ὦν καρτερία καὶ ἐγκράτεια γίνεται μετὰ λύπας· ἀλλ’ ἁ μὲν καρτερία ἐν τῷ ἀντέχεν πόνῳ, ἁ δ’ ἐγκράτεια ἐν τῷ ἀντέχεν ἁδονᾷ. ἁ δ’ ἀκρασία καὶ μαλακία ἐν τῷ μὴ ἀντέχεν μηδὲ κρατέν. καὶ διὰ τοῦτο συμβαίνει φεύγεν τἀγαθὰ τὼς ἀνθρώπως διὰ λύπαν, ἀποβάλλεν δ’ αὐτὰ διὰ ἁδονάν. καὶ τοὶ ἔπαινοι δὲ καὶ ψόγοι
25καὶ τὰ καλὰ 〈καὶ κακὰ〉 πάντα τὰ περὶ τὸν ἄνθρωπον γίνεται ἐν τούτοις τοῖς μέρεσι τᾶς ψυχᾶς. καὶ καθόλω μὲν ἁ τᾶς ἀρετᾶς σύστασις γίνεται τοῦτον τὸν τρόπον.
Τὰ δὲ εἴδεα αὐτᾶς καὶ τὰ μέρεα οὕτως κά τις ἀθρήσαιτο. ἐπεὶ117

118

γὰρ τᾶς ψυχᾶς δύο μέρεα, τὸ μὲν λογιστικὸν τὸ δὲ ἄλογον, καὶ τὸ μὲν λογιστικόν ἐντι, ᾧ κρίνομες καὶ θεωροῦμες, τὸ δ’ ἄλογον, ᾧ ὁρμῶμες καὶ ὀρεγόμεθα, τῶ δὲ ἀλόγω τὸ μὲν θυμοειδὲς τὸ δ’ ἐπιθυματικόν, καὶ τούτου τὸ μὲν οἷον ἀμυντικὸν καὶ ὑπερμαχατικὸν
5ποττοὺς πλασίον θυμοειδὲς ὀνυμάζεται, τὸ δ’ οἷον ὀρεκτικὸν καὶ ποθητικὸν τᾶς οἰκείας τῶ σώματος συστάσιος ἐπιθυματικόν· φανερὸν ὡς κατὰ λόγον τοῖς μέρεσι τούτοις τᾶς ψυχᾶς καὶ τὸ πλᾶθος τᾶν ἀρετᾶν ἀκολούθακεν καὶ ταὶ διαφοραὶ καὶ ἰδιότατες αὐτῶν. τῶ μὲν γὰρ λογιστικῶ μέρεος τᾶς ψυχᾶς ἀρετὰ ἁ φρόνασις,
10κριτικὰ γάρ ἐντι καὶ θεωρητικὰ ἕξις· τῶ δὲ θυμοειδέος ἀνδρεία· ἕξις γάρ ἐντι ἀντερειστικὰ καὶ ὑποστατικὰ τῶν δεινῶν· τῶ δ’ ἐπιθυματικῶ ἁ σωφροσύνα· μετριότας γάρ ἐντι καὶ κατοχὰ ποθ’ ἁδονὰν τὰν διὰ σώματος· ὅλας δὲ τᾶς ψυχᾶς ἁ δικαιοσύνα. φαῦλοι μὲν γὰρ τοὶ ἄνθρωποι γίνονται ἢ διὰ κακίαν ἢ δι’ ἀκρατίαν ἢ διὰ θηριότητα· ἀδικοῦντι δ’
15ἀλλάλως ἢ διὰ κέρδος ἢ δι’ ἁδονὰν ἢ διὰ φιλοτιμίαν. ἁ μὲν ὦν κακία τῶ λογιστικῶ μέρεος τᾶς ψυχᾶς ἐντὶ οἰκειοτέρα· προσέοικε γὰρ ἁ μὲν φρόνασις τᾷ τέχνᾳ, ἁ δὲ κακία τᾷ κακοτεχνίᾳ· ἕξιν μαχανάσιος γὰρ ποθὲν εὑρίσκει τὸ ἄδικον· ἁ δ’ ἀκρασία μᾶλλον τῶ ἐπιθυματικῶ· ἐν γὰρ τῷ κρατὲν ἁ ἐγκράτεια, καὶ ἐν τῷ μὴ κρατὲν ἁ ἀκρατία, κρατοῦντι
20δὲ ἁδονᾶς. ἁ δὲ θηριότας τῶ θυμοειδέος· ὅκκα γὰρ τᾷ ἐπιθυμίᾳ τῶ κακῶς ποιῆσαι χαρίζηταί τις, οὐχ ὡς ἄνθρωπος ἀλλ’ ὡς θηρίον, τὸ τοιόνδε ὀνομάζεται θηριῶδες. ἀκόλουθα δὲ καὶ τὰ ἀποτελέσματα τᾶν διαθεσίων ταυτᾶν, ἇν περ ἕνεκα πράσσοντι. ἁ μὲν γὰρ πλεονεξία ἀπὸ κακίας, ἁ δὲ κακία ἀπὸ τῶ λογιστικῶ μέρεος τᾶς ψυχᾶς. καὶ ἁ μὲν
25φιλοτιμία ἀπὸ τοῦ θυμοειδέος· αὐτὰ δ’ ἐν ὑπερβολᾷ γενομένα, γεννῇ τὰν θηριότητα. πάλιν δὲ ἁ μὲν ἁδονὰ ἐν τῷ ἐπιθυματικῷ, σφοδρότερον
δὲ μαστευομένα, γεννῇ τὰν ἀκρατίαν. ὥστ’ ἐπεὶ τὸ ἀδικὲν γίνεται118

119

δι’ αἰτίας τοσαύτας φανερὸν ὅτι τὸ δικαιοπραγὲν γίνεται διὰ τὰς ἴσας. φύσει γὰρ ἁ μὲν ἀρετὰ ἀγαθοποιὸς καὶ ὠφελητικά, ἁ δὲ κακία κακοποιὸς καὶ βλαπτικά. ἐπεὶ δὲ τῶν τᾶς ψυχᾶς μερέων τὸ μέν ἐστιν ἁγεόμενον τὸ δ’ ἑπόμενον, αἱ δ’ ἀρεταὶ καὶ αἱ κακίαι περὶ ταῦτα καὶ ἐν
5τούτοις· φανερὸν ὅτι καὶ τᾶν ἀρετᾶν ταὶ μέν ἐντι ἁγεμονικαὶ ταὶ δ’ ἑπητικαὶ ταὶ δὲ σύνθετοι ἐκ τούτων. ἁγεμονικαὶ μὲν οἷον ἁ φρόνασις· ἑπητικαὶ δὲ οἷον ἀνδρεία καὶ σωφροσύνα, σύνθετοι δ’ ἐκ τούτων, οἷον ἁ δικαιότης. τὰ δὲ πάθεα τᾶς ἀρετᾶς ὕλα· περὶ ταῦτα γὰρ καὶ ἐν τούτοις ἁ ἀρετά. τῶν δὲ παθέων τὸ μὲν ἑκούσιον τὸ δ’ ἀκούσιον·
10καὶ ἑκούσιον μὲν ἁδονά, ἀκούσιον δὲ λύπα. ταὐτὰ δὲ ταῦτα καὶ ἐπιτεί‐ νοντι καὶ ἀνίεντι τοὶ πολιτικοὶ συναρμοζόμενοι τὰ ἄλογα μέρεα τᾶς ψυχᾶς ποτὶ τὰ λόγον ἔχοντα. τᾶς δὲ συναρμογᾶς ὅρος τὸ μήτε διὰ τὰν ἔνδειαν μήτε διὰ τὰν ὑπερβολὰν ἀπείργεσθαι τὸν νόον τὸ ἴδιον ἔργον ἐπιτελέν. συντέτακται γὰρ τὸ χέρηον ἕνεκα τῶ βελτίονος, ὡς
15ἐν μὲν τῷ κόσμῳ τὸ ἀειπαθὲς πᾶν μέρος ἕνεκα τῶ ἀεικινάτω, ἐν δὲ τᾷ συζυγίᾳ τῶν ζῴων τὸ θῆλυ ἕνεκα τῶ ἄρσενος· τὸ μὲν γὰρ σπείρει τὰν ψυχὰν γεννῶν, τὸ δὲ μόνον τὰν ὕλαν παρέχεται τῷ γεννωμένῳ. ἐν δέ γε τᾷ ψυχᾷ τὸ ἄλογον 〈ἕνεκα〉 τῶ λογικῶ. συντέτακται γὰρ καὶ ὁ θυμὸς καὶ ἁ ἐπιθυμία ποτὶ τὸ πρᾶτον μέρος τᾶς ψυχᾶς, τὸ μὲν
20ὥσπερ δορυφόρος τις καὶ σωματοφύλαξ, τὸ δ’ ὡς οἰκονόμος καὶ οἰκουρὸς τῶν ἀναγκαίων· ὁ δὲ νόος ἐπ’ ἄκρας τᾶς κορυφᾶς τῶ σώματος ἱδρυμένος καὶ ἔχων περιαυγέα καὶ διαυγέα τὰν ἔποψιν, μαστεύεται τὰν τῶν ἐόντων φρόνασιν· καὶ τοῦτ’ ἔργον ἐστὶν αὐτῷ κατὰ φύσιν, τὸ μαστευ‐ σάμενον καὶ κτησάμενον ἀκολουθῆσαι τοῖς βελτίοσιν αὐτῶ καὶ τιμιω‐
25τάτοις. ἀρχὰ γὰρ καὶ αἰτία καὶ κανών ἐντι τᾶς ἀνθρωπίνας εὐδαιμοσύνας ἁ τῶν θείων καὶ τιμιωτάτων ἐπίγνωσις. Stob. 3.1.116 p. 73 He. (Mullach 2 p. 22) Ἐν ταὐτῷ. Καθόλω
μὲν ὦν ἀρετὰ συναρμογά τις ἐντὶ τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς ποτὶ119

120

τὸ λόγον ἔχον. γίνεται δὲ αὐτὰ τῷ καττὰν ἁδονὰν καὶ τὰν λύπαν ὅρον ἐπιδέξασθαι τὸν τῶ δέοντος. οὐδὲν γὰρ ἅτερον ἁ ἠθικὰ ἀρετὰ εἰ μὴ ἕξις τῶ δέοντος· αὐτὸ δὲ τὸ δέον ἐστὶν ὅπερ δεῖ ἦμεν, τὸ δὲ μὴ δέον ὅπερ οὐ δεῖ ἦμεν. τοῦ δὲ μὴ δέοντος εἴδεα δύο, τὸ μὲν ὑπερβολὰ
5τὸ δ’ ἔλλειψις. καὶ ὑπερβολὰ μέν ἐντι τὸ πλέον τῶ δέοντος, ἔλλειψις δὲ τὸ ἔλαττον τῶ δέοντος. τὸ δὲ δέον αὐτὸ ἐὸν ὅπερ δεῖ ἦμεν καὶ ἄκρον ἂν ὑπάρχοι καὶ μέσον· ἄκρον μὲν ὅτι οὔτ’ ἀφαιρέσιος οὔτε προσ‐ θέσιος δέεται, μέσον δὲ ὅτι μεταξύ ἐντι τᾶς ὑπερβολᾶς καὶ τᾶς ἐλλείψιος. ἔχει δὲ τὸ δέον καὶ μὴ δέον πρὸς ἄλληλα οὕτως ὥσπερ τὸ ἴσον καὶ
10τὸ ἄνισον, καὶ τὸ τεταγμένον καὶ τὸ ἄτακτον, ταῦτα δ’ ἐντὶ ἀμφότερα τὸ πεπερασμένον καὶ τὸ ἄπειρον καὶ διὰ τοῦτο τῶ ἀνίσω τὰ μέρεα λέγεται ποτὶ τὸ μέσον, ἀλλ’ οὐ ποτ’ ἄλλαλα. ἀμβλεῖά τε γὰρ ὀνυμάζεται γωνία ἁ μέζων ὀρθᾶς, ὀξεῖα δὲ ἁ μείων ὀρθᾶς, καὶ μέζων μὲν εὐθεῖα ἁ ὑπερέχουσα τὰν ἐκ τῶ κέντρω καὶ μακροτέρα μὲν ἁμέρα ἰσημερινᾶς.
15καὶ ταὶ νόσοι δὲ γίνονται τῶ σώματος 〈τῷ〉 θερμότερον ἢ κρυμωδέσ‐ τερον γίνεσθαι τὸ σῶμα. τὸ μὲν γὰρ θερμότερόν ἐντι τὸ πλέον τῶ μετρίω, τὸ δὲ κρυμωδέστερον ἔλασσον τούτω. ἔχει δέ γε καὶ ἁ ψυχὰ καὶ ἁ περὶ αὐτὰν διάθεσις τὰν ἀναλογίαν ταύταν. ἁ μὲν γὰρ θρασύτας ἐντὶ ὑπερβολὰ τῶ δέοντος ἐν ὑποστάσει δεινῶν, ἁ δὲ δειλότας ἔλλειψις
20τῶ αὐτῶ. καὶ ἁ μὲν ἀσωτία ὑπερβολὰ τῶ δέοντος ἐν δαπάνῃ χρημάτων, ἁ δ’ ἀνελευθερία ἔλλειψις τῶ αὐτῶ. καὶ ἁ μὲν ὀργά ἐντι ὑπερβολὰ τῶ δέοντος ἐν ὁρμᾷ θυμῶ, ἁ δ’ ἀναλγησία ἔλλειψις τούτω. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων διαθεσίων τᾶν ἀντικειμένων. δεῖ δ’ ἕξιν τῶ δέοντος ὑπάρχουσαν τὰν ἀρετὰν καὶ μεσότατα τῶν παθέων μήτ’
25ἀπαθέα μήτ’ ἐμπαθέα ἦμεν. ἁ μὲν γὰρ ἀπάθεια ἀπαρόρματον καὶ120

121

ἀνενθουσίαστον παρέχεται τὰν ψυχὰν ποτὶ τὸ καλόν, ἁ δ’ ἐμπάθεια συντεταραγμέναν καὶ ἀνεπιλόγιστον. δεῖ ὦν τὸ πάθος οὕτω παρεμφαί‐ νεσθαι ἐν τᾷ ἀρετᾷ, ὥσπερ καὶ τὰν σκιὰν καὶ τὰν γραμμὰν ἐπὶ τᾶς γραφᾶς· τὸ γὰρ ἔμψυχον καὶ τὸ ἁπαλὸν καὶ τὸ μεμιμαμένον τὰν ἀλάθειαν
5σὺν τᾷ χρηστότητι τῶν χρωμάτων μάλιστα γίνεται διὰ τούτων. ἔμψυχα δὲ ἐκ παρορμάσιος καὶ ἐνθουσιασμῶ ἀρετᾶς τᾶς κατὰ φύσιν τὰ πάθεα τᾶς ψυχᾶς. γίνεται γὰρ ἐκ τῶν παθέων ἁ ἀρετά, καὶ γενναθεῖσα πάλιν συναύξεται τούτοις, ὡς καὶ τὸ ἁρμοσμένον ἐκ τῶ ὀξέος καὶ βαρέος, καὶ τὸ εὔκρατον ἐκ τῶ θερμῶ καὶ ψυχρῶ, καὶ τὸ ἰσόρροπον
10ἐκ τῶ βαρέος καὶ κούφω. οὐκ ἀφελὲν ὦν δεῖ τὰ πάθεα τᾶς ψυχᾶς, οὔτε γὰρ ὠφέλιμον αὐτὰ ἀφελέν, ἀλλὰ συναρμόσασθαι ποτὶ τὸ λόγον
ἔχον τῶ δέοντος καὶ τῶ μετρίω.121